Galatians 5

1τῇ ἐλευθερίᾳ
 ἡμᾶς Χριστὸς ἠλευθέρωσεν στήκετε οὖν = WH Treg NA/NIV: || οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν στήκετε = RP
ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν ⸃ καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.

2Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4κατηργήθητε
 ἀπὸ = WH Treg NA/NIV: || ἀπὸ τοῦ = RP
ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.
5ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.

7Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν
 τῇ = NA/NIV RP: || [omit] = WH Treg
τῇ ἀληθείᾳ μὴ πείθεσθαι;
8 πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις
 ἐὰν = WH Treg NA/NIV: || ἂν = RP
ἐὰν ᾖ.
11ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.

13Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις· 14 γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ
 πεπλήρωται = WH Treg NA/NIV: || πληροῦται = RP
πεπλήρωται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς
 σεαυτόν = WH Treg NA/NIV: || ἑαυτόν = RP
σεαυτόν.
15εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ᾽ ἀλλήλων ἀναλωθῆτε.

16Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17 γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα
 γὰρ = WH Treg NA/NIV: || δὲ = RP
γὰρ
 ἀλλήλοις ἀντίκειται = WH Treg NA/NIV: || ἀντίκειται ἀλλήλοις = RP
ἀλλήλοις ἀντίκειται ⸃, ἵνα μὴ
 ἐὰν = WH Treg NA/NIV: || ἂν = RP
ἐὰν θέλητε ταῦτα ποιῆτε.
18εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά
 ἐστιν = WH Treg NA/NIV: || ἐστιν μοιχεία = RP
ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
20εἰδωλολατρία, φαρμακεία, ἔχθραι,
 ἔρις ζῆλος = WH Treg NA/NIV: || ἔρεις ζῆλοι = RP
ἔρις, ζῆλος ⸃, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,
21
 φθόνοι = WH NA/NIV: || φθόνοι φόνοι = Treg RP
φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, προλέγω ὑμῖν
 καθὼς = WH Treg NA/NIV: || καθὼς καὶ = RP
καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.

22 δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. 24οἱ δὲ τοῦ
 Χριστοῦ = RP: || Χριστοῦ Ἰησοῦ = WH Treg NA/NIV
Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
25εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.



Copyright information for SBLG